Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.316 Joseph. AJ 6.321 (English) >>Joseph. AJ 6.325

6.319

Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δʼ ἦν αὕτη τῶν πέντε πόλεων. 6.320δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτʼ ἀκούσαντι λόγος οὐκέτʼ ἦν πέμπειν ἐπʼ αὐτὸν βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπʼ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα. 6.321Δαυίδῃ δʼ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλʼ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵνʼ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι. 6.322δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν· δὲ χρόνος, ὃν κατῴκησε Δαυίδης ἐν Σεκέλλα τῆς Παλαιστίνης, ἐγένετο μῆνες τέσσαρες πρὸς ταῖς εἴκοσιν ἡμέραις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.316 Joseph. AJ 6.321 (English) >>Joseph. AJ 6.325

Powered by PhiloLogic